Matthew 28

1Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν
 Μαριὰμ = NA/NIV: || Μαρία = WH Treg RP
Μαριὰμ Μαγδαληνὴ καὶ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
2καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ
 καὶ = WH Treg NA/NIV: || [omit] = RP
καὶ προσελθὼν ἀπεκύλισε τὸν
 λίθον = WH Treg NA/NIV: || λίθον ἀπὸ τῆς θύρας = RP
λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3ἦν δὲ εἰδέα αὐτοῦ
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν
 ὡς = WH Treg NA/NIV: || ὡσεὶ = RP
ὡς νεκροί.
5ἀποκριθεὶς δὲ ἄγγελος εἶπεν ταῖς γυναιξίν· Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· 6οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου
 ἔκειτο = WH NA/NIV: || ἔκειτο ὁ κύριος = Treg RP
ἔκειτο·
7καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. 8καὶ
 ἀπελθοῦσαι = WH Treg NA/NIV: || ἐξελθοῦσαι = RP
ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9
 καὶ = WH Treg NA/NIV: || Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ καὶ = RP
καὶ
 ἰδοὺ = WH NA/NIV RP: || ἰδοὺ ὁ = Treg
ἰδοὺ Ἰησοῦς
 ὑπήντησεν = WH Treg NA/NIV: || ἀπήντησεν = RP
ὑπήντησεν αὐταῖς λέγων· Χαίρετε· αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
10τότε λέγει αὐταῖς Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.

11Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα. 12καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις 13λέγοντες· Εἴπατε ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· 14καὶ ἐὰν ἀκουσθῇ τοῦτο
 ἐπὶ = WH NA/NIV RP: || ὑπὸ = Treg
ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν
 αὐτὸν = Treg NA/NIV RP: || [omit] = WH
αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15οἱ δὲ λαβόντες
 τὰ = Treg NA/NIV RP: || [omit] = WH
τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον
 ἡμέρας = WH Treg NA/NIV: || [omit] = RP
ἡμέρας.

16Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς Ἰησοῦς, 17καὶ ἰδόντες αὐτὸν
 προσεκύνησαν = WH Treg NA/NIV: || προσεκύνησαν αὐτῷ = RP
προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
18καὶ προσελθὼν Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ
 τῆς = WH Treg NA: || [omit] = NIV RP
τῆς γῆς·
19πορευθέντες
 οὖν = WH Treg NA/NIV: || [omit] = RP
οὖν μαθητεύσατε πάντα τὰ ἔθνη,
 βαπτίζοντες = WH NA/NIV RP: || βαπτίσαντες = Treg
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
20διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ
 αἰῶνος = WH Treg NA/NIV: || αἰῶνος Ἀμήν = RP
αἰῶνος.



Copyright information for SBLG